ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼςἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιτέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρχρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.