στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοιἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς