θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα