μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.