ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ