αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.