οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσηςἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,