Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  • πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  • Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  • ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  • βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  • ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  • ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  • ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  • ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  • εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  • ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  • ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  • οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  • οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  • τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  • πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  • εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  • τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  • οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  • αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  • πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  • αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  • ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  • ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  • αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  • Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  • αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  • οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
  • ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
  • πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
  • πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
  • ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
  • ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  • Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
  • κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
  • αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
  • Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
  • ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
  • ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  • δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
  • κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
  • οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
  • δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
  • ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
  • καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
  • ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  • μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
  • ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
  • οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
  • γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
  • ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
  • φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
  • αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
  • ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
  • οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
  • νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
  • τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
  • τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
  • παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
  • ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
  • τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
  • Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
  • Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
  • οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
  • οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
  • τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
  • ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
  • ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
  • αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
  • ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
  • ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
  • ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
  • ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
  • ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
  • ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  • τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
  • ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
  • χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
  • ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
  • ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  • τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
  • θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
  • χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
  • καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
  • κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
  • γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
  • δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
  • Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
  • Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
  • καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
  • ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
  • στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
  • ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
  • τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
  • γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
  • δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,