ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴνεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσινἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσινἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσηςἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλεςοὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέωνοὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαοἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλοςαἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάωνἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοιἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς