ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαννῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.