ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖςἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷνήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαννῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαοκαί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴνεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσινἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσινἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσηςἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.