οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·