νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαοχερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσινοἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖςἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷνήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαννῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαοκαί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴνεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσινἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσινἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσηςἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλεςοὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέωνοὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαοἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλοςαἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάωνἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοιἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼςἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιτέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρχρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺνεἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶδεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλονφράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοιἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶνἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρουἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖονηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκηςοἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντεςπήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκηνἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκαἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇσῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφιπλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάνταςἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃΣειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκναοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶςἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,