οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητιςἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρωνβάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπιςνοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαοχερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσινοἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·