καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσουβοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε