πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσουβοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τεἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροινωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιοἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσαςκείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητιςἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρωνβάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπιςνοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαοχερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσινοἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖςἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷνήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν