Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  • ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  • οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  • ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  • κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
  • πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
  • ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
  • οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
  • τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  • τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  • ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  • ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
  • ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  • βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
  • ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  • ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
  • οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
  • ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
  • ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
  • δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  • ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
  • νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
  • οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
  • ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
  • ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
  • μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
  • ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
  • ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
  • κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  • οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
  • Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
  • ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
  • βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
  • νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
  • χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
  • ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
  • ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
  • οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
  • κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
  • ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
  • οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
  • οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
  • θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
  • ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
  • ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
  • σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
  • μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
  • ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
  • ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
  • λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
  • κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  • ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
  • ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
  • νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
  • ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
  • καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
  • ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
  • ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
  • νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
  • ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
  • ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
  • οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
  • ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  • ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
  • ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
  • καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  • Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
  • καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
  • πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
  • ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
  • ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
  • εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
  • οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  • γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
  • οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  • πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  • Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  • ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  • βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  • ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  • ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  • ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  • ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  • εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  • ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  • ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  • οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  • οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  • τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  • πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  • εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  • τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  • οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  • αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  • πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  • αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  • ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  • ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  • αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  • Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  • αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  • οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
  • ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
  • πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
  • πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
  • ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
  • ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  • Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
  • κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
  • αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
  • Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
  • ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
  • ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  • δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
  • κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
  • οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
  • δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
  • ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
  • καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
  • ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  • μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
  • ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
  • οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
  • γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
  • ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
  • φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
  • αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
  • ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
  • οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
  • νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
  • τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
  • τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
  • παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
  • ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
  • τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
  • Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
  • Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
  • οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
  • οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
  • τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
  • ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
  • ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
  • αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
  • ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
  • ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
  • ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
  • ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
  • ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
  • ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  • τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
  • ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
  • χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
  • ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
  • ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  • τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
  • θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
  • χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
  • καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
  • κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
  • γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
  • δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
  • Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
  • Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
  • καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
  • ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
  • στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
  • ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
  • τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
  • γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
  • δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
  • ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  • συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
  • τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
  • τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
  • καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
  • λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
  • ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
  • λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
  • ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
  • αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
  • αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
  • ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
  • τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
  • εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
  • τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
  • παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
  • ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
  • πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
  • γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
  • δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
  • σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
  • χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
  • ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
  • ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
  • μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
  • ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
  • ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
  • καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
  • ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
  • Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
  • εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
  • δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
  • καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
  • φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
  • τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
  • Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
  • ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
  • αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
  • ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
  • καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
  • Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
  • ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν