Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  • ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  • εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  • τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  • κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  • οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  • ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  • αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ