Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  2. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  5. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  6. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  7. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  8. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  9. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  10. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  11. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ