Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  2. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  3. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  6. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  7. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  8. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  9. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  10. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  11. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  12. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
  13. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
  14. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  15. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  16. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  17. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  18. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
  19. πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
  20. ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
  21. οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
  22. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,