Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
  2. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
  3. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
  4. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
  5. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  6. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
  7. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
  8. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
  9. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  10. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  11. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  14. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  15. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  16. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  17. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  18. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  19. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  20. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
  21. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
  22. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  23. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  24. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  25. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  26. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
  27. πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
  28. ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
  29. οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
  30. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  31. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  32. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  33. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  34. ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  35. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
  36. ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  37. βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
  38. ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
  39. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  40. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  41. οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  42. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
  43. οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
  44. ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
  45. ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
  46. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  47. ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
  48. νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
  49. οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
  50. ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
  51. ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
  52. μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
  53. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
  54. ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
  55. κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  56. οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
  57. Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
  58. ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
  59. βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
  60. νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
  61. χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
  62. ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
  63. ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
  64. οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
  65. κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
  66. ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
  67. οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
  68. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
  69. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.