Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  2. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
  3. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
  4. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  5. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
  6. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
  7. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
  8. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·