Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  2. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  3. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  6. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  7. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  8. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  9. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  10. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
  11. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
  12. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  13. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
  14. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
  15. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
  16. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
  17. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
  18. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
  19. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
  20. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  21. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
  22. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
  23. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
  24. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  25. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  26. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  27. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  28. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  29. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  30. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε