Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  2. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  3. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  4. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  5. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  6. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  7. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  8. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  9. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.