Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  2. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  3. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  4. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  5. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  6. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  7. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  8. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  9. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  10. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  11. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  12. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  13. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.