Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  2. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  3. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  4. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  5. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  6. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  7. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  8. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  9. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  10. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  11. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  12. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  13. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  14. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  15. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  16. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  17. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  18. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  19. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  20. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  21. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  22. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  23. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  24. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  25. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  26. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  27. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  28. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
  29. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
  30. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  31. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
  32. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
  33. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
  34. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
  35. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
  36. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
  37. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
  38. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  39. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
  40. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
  41. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
  42. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  43. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  44. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  45. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  46. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  47. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  48. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  49. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  50. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  51. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  52. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  53. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
  54. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
  55. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  56. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  57. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  58. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  59. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
  60. πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
  61. ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
  62. οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
  63. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  64. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  65. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  66. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  67. ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  68. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
  69. ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  70. βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
  71. ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
  72. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  73. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  74. οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  75. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
  76. οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
  77. ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
  78. ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
  79. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  80. ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
  81. νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
  82. οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
  83. ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
  84. ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
  85. μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
  86. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
  87. ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
  88. κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  89. οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
  90. Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
  91. ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
  92. βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
  93. νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
  94. χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
  95. ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
  96. ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
  97. οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
  98. κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
  99. ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
  100. οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
  101. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
  102. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
  103. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  104. ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
  105. ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
  106. ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
  107. σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
  108. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  109. τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
  110. μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
  111. ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
  112. ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
  113. λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
  114. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  115. ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
  116. ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
  117. νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
  118. ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
  119. καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
  120. ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
  121. ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
  122. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  123. κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
  124. νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  125. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  126. εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
  127. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
  128. ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
  129. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
  130. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  131. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
  132. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  133. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  134. ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
  135. ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
  136. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  137. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  138. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  139. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
  140. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  141. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  142. σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
  143. πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
  144. ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
  145. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  146. ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
  147. ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
  148. εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
  149. οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  150. γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
  151. οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  152. πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  153. Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  154. ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  155. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  156. μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  157. βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  158. ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  159. ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  160. ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  161. ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  162. εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  163. ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  164. ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  165. οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  166. οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  167. τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  168. πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  169. εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  170. τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  171. οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  172. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  173. ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  174. αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  175. πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  176. αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  177. ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  178. ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  179. αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  180. Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  181. αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  182. οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
  183. ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
  184. πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
  185. πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  186. ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,