Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  2. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  4. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  5. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  6. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  7. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  8. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  9. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  10. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  11. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.