Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  2. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  3. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  4. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  5. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  6. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  7. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  8. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  9. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.