Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  • πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  • πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  • εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  • ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.