Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
  2. οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
  3. ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
  4. τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
  5. τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
  6. εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
  7. καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
  8. Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
  9. οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
  10. καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
  11. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
  12. εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
  13. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
  14. φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
  15. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
  16. Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
  17. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
  18. ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
  19. ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
  20. ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
  21. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
  22. κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
  23. ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
  24. ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
  25. Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
  26. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
  27. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  28. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  29. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  30. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  31. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  32. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  33. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  34. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  35. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  36. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  37. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;