καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντεςἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτετεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτινεἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρακαὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν