Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
  • ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
  • δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
  • ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  • ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  • καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
  • θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
  • καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
  • ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
  • Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
  • τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
  • οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
  • ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
  • τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
  • τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
  • εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
  • καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
  • Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
  • οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
  • καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
  • ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
  • εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
  • οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
  • φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
  • Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
  • Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
  • καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
  • ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
  • ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
  • ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.