ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιογημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων