λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιογημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων