ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαονῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειννοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,