φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.