ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος