ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάνταἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκεςἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιογημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχωνΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσωπολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺςγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺςτῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπουςἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείηςἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμωνἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντεςἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτετεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτινεἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρακαὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσανεὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳφυλόπιδα στήσειν πολυάικος πολέμοιο.Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ ὌσσῃΠήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλουςἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺςἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράωνἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκταΔίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρηεὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους