Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
  • ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
  • οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
  • ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
  • δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
  • ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
  • ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
  • ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
  • ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
  • ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
  • αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
  • αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
  • ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
  • σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
  • οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
  • αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
  • ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
  • ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
  • ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
  • φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
  • ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
  • ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
  • καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
  • τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
  • ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
  • πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
  • κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
  • λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
  • αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
  • ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  • χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
  • τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
  • ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
  • νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
  • αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
  • ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.