μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνειαὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιοδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάνταἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκεςἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.