αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνειςνηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλοςΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσαςδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνειἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιοφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστατηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξαςμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνειαὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιοδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάνταἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκεςἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.