λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆαΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλαἨελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσανἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄουςοὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃγήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸνἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτωναἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσωΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνειςνηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλοςΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσαςδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνειἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιοφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστατηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξαςμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνειαὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιοδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάνταἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκεςἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιογημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχωνΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσωπολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺςγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺςτῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπουςἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης