λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆαΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλαἨελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,