Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
  • ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
  • αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
  • πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,
  • οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
  • αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
  • αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·