τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρηἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσινἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντοπλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,