Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν
  • ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·
  • ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.
  • ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
  • τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς
  • ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
  • ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
  • Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
  • ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.
  • ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
  • τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·
  • ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
  • ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
  • ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
  • ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
  • ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,