ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνοςσχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπεινἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆςἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴνἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρηἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,