Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  • καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
  • αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
  • μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  • μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
  • ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
  • ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
  • Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
  • ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
  • ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
  • ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
  • κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
  • ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
  • ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  • ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
  • ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
  • ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·
  • φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  • ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
  • ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
  • ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
  • ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
  • ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
  • τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
  • ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
  • ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
  • ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  • ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
  • ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
  • βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
  • ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  • ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  • Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  • ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  • ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  • τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
  • δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  • ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
  • ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
  • ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
  • ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
  • οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
  • οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
  • ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
  • εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
  • ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
  • ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
  • ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  • ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
  • πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  • τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
  • πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
  • ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  • ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  • Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  • παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
  • τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
  • ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
  • ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
  • ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
  • νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
  • παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
  • πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
  • ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
  • οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
  • θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
  • δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  • δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  • ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  • αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
  • οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
  • σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
  • ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
  • τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
  • ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
  • Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
  • ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  • ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
  • ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
  • νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
  • πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  • Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
  • οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
  • νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
  • ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
  • μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
  • νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
  • ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
  • σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  • ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
  • ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
  • τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  • ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
  • εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
  • ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
  • Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
  • τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
  • τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
  • ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
  • χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
  • ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
  • ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
  • αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
  • κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
  • καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
  • νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
  • τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
  • λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
  • χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  • ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
  • αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
  • ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
  • Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
  • βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
  • Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  • τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  • καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  • εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  • νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  • ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  • νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
  • ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
  • μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
  • ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
  • αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  • κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
  • ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
  • εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
  • ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  • οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
  • οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  • σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
  • ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
  • φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  • καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
  • ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  • ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  • οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
  • ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  • πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
  • ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
  • γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  • ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  • μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
  • ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
  • ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
  • εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  • ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
  • ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
  • αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
  • ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
  • ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
  • Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
  • αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
  • ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
  • ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
  • μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
  • Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι