ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσινἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶβαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺςἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλαεἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖοᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τεἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,