εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,